Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 106-2
Not analysed yet
Συνελόντι δὲ φάναι, δεδόσθω ταῦτα μέρη εἶναι τῆς ῥητορικῆς. ἀλλʼ ἐπεὶ τὸ δίκαμιον, ὅτι ἐστὶ δίκαιον, καὶ τὸ συμφέρον, ὅτι ἐστὶ συμφέρον, καὶ τὸ καλόν, ὅτι ἐστὶ κα- λόν, ἀποδείξει παρίσταται, καὶ οὐδέν ἐστιν ἡ ἀπόδειξις, οὐδέ ῥητορική τι γενήσεται ἡ ἐπὶ τοιούτοις μέρεσι συν- εστῶσα. ὅτι δέ οὐδέν ἐστιν ἀπόδειξις, ἀκριβέστερον μὲν δείκνυται ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασιν (ΡΗ ΙΙ) sqq.) ,ὑπομνηστικώτερον δὲ καὶ νῦν παρασταθήσεται.