Ancient Greek
ΠΡΟΣ ΓΕΩΜΕΤΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 109-2
Not analysed yet
ὅταν οὖν λέγωσι τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, ἤτοι τὴν ἐπὶ τοῦ ἄβακος διδομένην λέγουσι διχοτομεῖν ἢ τὴν ἀπὸ ταύτης κατὰ μετάβασιν νοουμένην. οὔτε δὲ τὴν ἐπὶ τοῦ ἄβακος δοθεῖ- σαν διχοτομεῖν ἐροῦσιν· αὕτη μὲν γὰρ μῆκος καὶ πλάτος αἰσθητὸν ἔχειν φαίνεται, ἡ δὲ κατ᾿ αὐτοὺς εὐθεῖα γραμμὴ μῆκός ἐστιν ἀπλατές, ὥστε μὴ οὖσα κατ᾿ αὐτοὺς [ἡ] γραμμὴ |ἡ ἐπὶ τοῦ ἄβακος οὐδὲ δίχα τμηθήσεταμι ὡς γραμμή.