Ancient Greek
11 to 14
Sextus Empiricus, Adversus mathematicos 11-10-14
Not analysed yet
διόπερ καὶ τὸ οὕτω λεγόμενον ‟τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακὰ, τὰ δὲ τούτων μεταξύ” δυνάμει κατὰ τὸν Χρύσιππον (II fr. 224 Arn.) τοιοῦτόν ἐστι καθολικόν· ‟εἴ τινά ἐστιν ὄντα, ἐκεῖνα ἤτοι ἀγαθά ἐστιν ἢ κακά ἐστιν ἢ ἀδιάφορα”. τὸ μέντοι γε τοιοῦτον καθολικὸν ψεῦδός ἐστιν ὑποτασσομένου τινὸς αὐτῷ ψεύδους. δυεῖν γάρ φασιν ὑποκειμένων πραγμάτων, τοῦ μὲν ἀγαθοῦ, τοῦ δὲ κακοῦ, ἢ τοῦ μὲν ἀγαθοῦ, τοῦ δὲ ἀδιαφόρου, ἢ κακοῦ καὶ ἀδιαφόρου, τὸ μὲν ‟τοῦτ᾿ ἔστι τῶν ὄντων άγαθόν” ἀληθές ἐστι, τὸ δὲ ‟ταῦτ ἔστιν ἀγαθά” ψεῦδος· οὐ γάρ ἐστιν ἀγαθά, ἀλλὰ τὸ μὲν ἀγαθόν, τὸ δὲ κακόν. καὶ τὸ ‟ταῦτ᾿ ἔστι κακά᾿ πάλιν ψεῦδος· οὐ γάρ ἐστι κακά, ἀλλὰ τὸ ἕτερον αὐτῶν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἅδ’ ἀδιαφόρων· ψεῦδος γὰρ τὸ ‟ταῦτ᾿ ταῦτ’ ἔστιν ἀδιάφορα”, ὥσπερ καὶ τὸ ‟ταῦτ᾿ ταῦτ’ ἔστιν ἀγαθὰ ἢ κακά”. ἡ μὲν οὖν ἔνστασις τοιαύτη πως καθέστηκεν ,φαίνεται δὲ μὴ καθάπτεσθαι τοῦ Ξενοκράτους διὰ τὸ μὴ ταῖς πληθυντικαῖς πτώσεσι κεχρῆσθαι ,ὥστ’ ἐπὶ τῆς τῶν ἑτερογενῶν δείξεως ψευδοποιηθῆναι τὴν διαίρεσιν.