Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 11-2
Not analysed yet
τῶν γὰρ ψευδῶν οὐκ εἰσι καταλήψεις, ψευδῆ δέ ἐστι τὰ λεγόμενα τῆς ῥητορικῆς εἶναι θεωρήματα, τοιαῦτα ὄντα οὕτω παραπει- στέον τοὺς δικαστὰς καὶ ‘ὀργὴν κινητέον ἔλεον’ καὶ ‘μοι- χῷ συνηγορητέον καὶ ἱεροσύλῳ’ 〈ἃ〉 ἐμφαίνει τὸ καθήκειν οὕτω τοὺς δικαστὰς παραπείθειν |καὶ ὀργὴν ἢ ἔλεον κι- νεῖν· ἅπερ οὐκ ἐστιν ἀληθῆ, καὶ διὰ τοῦτο ἀκατάληπτα. οὐ τοίνυν αὐτῶν εἰσιν αἱ καταλήψεις· ᾧ συνεισέρχεται τὸ μηδέ τὴν ῥητορικὴν ὑπάρχειν.