Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 110
Not analysed yet
διόπερ εἰ φύσει τι δίχρονόν ἐστι στοιχεῖον, ἤτοι ὑφʼ ἓν περὶ αὐτὸ ἥ τε τῆς βραχύτητος καὶ ἡ τῆς ἐπ- εκτάσεως ὑποστήσεται δύναμις ἢ παρὰ μέρος. ἀλλʼ ὑφʼ ἓν μὲν ἀμήχανον περὶ γὰρ τὴν αὐτὴν ἐκφώνησιν κατὰ τὸ αὐτὸ ἀναιρετικαὶ ἀλλήλων δυνάμεις οὐκ ἂν ὑποσταῖεν. λείπεται ἄρα παρὰ μέρος. ὃ πάλιν ἐστὶν ἀπίθανον ὅτε γὰρ ἐστι μακρόν, τότε οὐκ ἔστι κοινὸν στοιχεῖον βραχύ- τητος καὶ μήκους, ἀλλὰ βραχὺ μόνον. |