Ancient Greek
112 to 113
Sextus Empiricus, Adversus mathematicos 112-2-113
Not analysed yet
ἥ τε τὴν ἀπόδειξιν πιστουμένη ἀπόδειξις ἤτοι ζητεῖται ἢ ἀζήτητός ἐστιν. ἀλλʼ ἀζήτητος μὲν οὐκ ἂν εἴη διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας, ζητουμένη δὲ ὀφείλει ὑπʼ ἄλλης κατασκευάζεσθαι, κἀκείνη πάλιν ὑπʼ ἄλλης, καὶ τοῦτο εἰς ἄπειρον. οὐκ ἄρα ἔστι τις ἀπόδειξις. Ἀλλὰ γὰρ καὶ πρὸς τὰ συνέχοντα θεωρήματα τῆς ῥη- τορικῆς ἀντειπόντες ἀπʼ ἄλλης ἀρχῆς καὶ τῶν πρὸς τοὺς γεωμέτρας καὶ ἀριθμητικοὺς ἀποριῶν ἁπτώμεθα.