Ancient Greek
113 to 114
Sextus Empiricus, Adversus mathematicos 113-5-114
Not analysed yet
οὐ γὰρ ἄν ποτε τεταγμένως καὶ σωτηρίως τὸ ὅλον ἐκίνει μὴ νοερὰ καὶ θεία καθεστῶσα. τοιαύτη δὲ οὖσα οὐκέτι ἂν εἴη δίνη· ἄτακτον γάρ ἐστιν αὕτη καὶ ὀλιγοχρόνιον. ὥστε κατ’ ἀνάγκην μὲν καὶ ὑπὸ δίνης, ὡς ἔλεγον οἱ περὶ τὸν Δημόκριτον, οὐκ ἂν κινοῖτο ὁ κόσμος. καὶ μὴν οὐδὲ φύσει ἀφαντάστῳ, παρόσον ἡ νοερὰ φύσις ἀμείνων ἐστὶ ταύτης. ὁρῶνται δὲ τοιαῦται φύσεις ἐν κόσμῳ περιεχόμεναι· ἀνάγκη ἄρα καὶ αὐτὸν νοερὰν ἔχειν φύσιν ὑφ’ ἧς τεταγμένως κινεῖται, ἥτις εὐθέως ἐστὶ θεός.