Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 115
Not analysed yet
Ἔστι δὲ καὶ ἕτερος λόγος καθʼ ὃν ἀξιοῦται διαφόρως τὰ φωνάεντα πάλιν στοιχεῖα ἐλάσσονα εἶναι τῶν παρὰ τοῖς γραμματικοῖς θρυλουμένων ἑπτά. εἰ γὰρ τὸ α κατ’ αὐτοὺς ἐκτεινόμενον καὶ συστελλόμενον οὐχ ἕτερόν ἐστι στοιχεῖον ἀλλʼ ἓν κοινόν, ὡσαύτως δὲ καὶ τὸ ι καὶ τὸ υ, ἀκολουθήσει καὶ τὸ ε καὶ τὸ η ἓν εἶναι στοιχεῖον κατὰ τὴν αὐτὴν δύνσμιν κοινόν ἡ γὰρ αὐτὴ δύναμις ἐπʼ ἀμ- φοτέρων ἐστί, καὶ συσταλὲν μὲν τὸ η γίνεται ε, ἐκταθὲν δὲ τὸ ε γίνεται η. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ ο καὶ τὸ ω μία στοιχείου γενήσεται φύσις κοινή, ἐκτάσει καὶ συστολῇ διαφέρουσα, ἐπείπερ τὸ μὲν ω μακρόν ἐστιν [τὸ ]ο, τὸ δέ ο βραχύ ἐστιν ω.