Ancient Greek
116 to 118
Sextus Empiricus, Adversus mathematicos 116-4-118
Not analysed yet
ἐπεὶ γὰρ ὁ ἵππος θαυμασιώτερος τοῦ φυτοῦ, καὶ ἡ κινητικὴ τοῦ ἵππου αἰτία θαυμασιωτέρα τῆς τοῦ φυτοῦ αἰτίας· καὶ ἐπεὶ ὁ ἐλέφας θαυμασιωτέρα ἵππου, καὶ ἡ κινητικὴ τοῦ ἐλέφαντος αἰτία, τηλικοῦτόν γε ὄγκον διαβαστάζουσα, θαυμασιωτέρα τῆς τοῦ ἵππου· τούτων δέ γε πασῶν κατὰ τὸν ἀνωτάτω λόγον καὶ ἡ τοῦ ἡλίου καὶ σελήνης καὶ ἀστέρων, καὶ πρὸ τούτων ἡ τοῦ κόσμου φύσις, ἥτις καὶ τούτων ἐστὶν αἰτία. ἡ μὲν γὰρ τοῦ μέρους αἰτία οὐ διατείνει ἐπὶ τὸ ὅλον, οὐδ’ ἔστι τούτου αἰτία, ἡ δὲ τοῦ ὅλου διατέτακεν εἰς τὰ μέρη· διὸ καὶ θαυμασιωτέρα ἐστὶ τῆς τοῦ μέρους αἰτίας. ὥστε ἐπεὶ ἡ τοῦ κόσμου φύσις ἐστὶν αἰτία τῆς τοῦ ὅλου κόσμου διακοσμήσεως, εἴη ἂν αἰτία καὶ τῶν μερῶν. εἰ δὲ τοῦτο, κρατίστη ἐστίν. εἰ δὲ κρατίστη ἐστί, λογική τέ ἐστι καὶ νοερά, προσέτι δὲ ἀίδιος ἂν εἴη. ἡ δὲ τοιαύτη φύσις ἡ αὐτή ἐστι θεῷ. ἔστι τοίνυν τι θεός.