Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 117
Not analysed yet
ἐπεὶ οὖν ὁ τοῦ αι καὶ ει φθόγγος ἁπλοῦς ἐστι καὶ μονοειδής, ἔσιαι καὶ ταῦτα στοιχεῖα. τεκμήριον δέ τῆς ἁπλότητος καὶ μονοειδείος τὸ λεχθησόμενον. ὁ μὲν γὰρ σύνθετος φθόγγος οὐχ οἷος ἀπʼ ἀρχῆς προσπίπτει τῇ αἰσθήσει, τοιοῦτος ἄχρι τέλους παραμένειν πέφυκεν, ἀλλὰ κατὰ παράταοιν ἑτεροιοῦται, ὁ δέ ἀπλοῦς καὶ ὄντως τοῦ στοιχείου λόγον ἔχων τοὐναντίον ἀπʼ ἀρχῆς μέχρι τέ- λους ἀμετάβολός ἐστιν. οἷον τοῦ μέν ρα φθόγγου ἐν παρατάσει προφερομένου, δῆλον ὡς οὐχ ὡσαύτως αὐτοῦ κατὰ τὴν πρώτην πρό〈ο 〉πτωσιν ἀντιλήψεται ἡ αἴσθησις καὶ κατὰ τὴν τελευταίαν, ἀλλὰ κατ’ ἀρχὰς μὲν ὑπὸ τῆς ρ ἐκφωνήσεως κινηθήσεται, μεταῦθις δὲ ἐξαφανισθείσης αὐτῆς εἰλικρινοῦς τῆς τοῦ α δυνάμεως ποιήσεται τὴν ἀντί- ληψιν. ὅθεν οὐκ ἄν εἴη στοιχεῖον τὸ ρα καὶ πᾶν τὸ ἐοικὸς αὐτῷ.