Ancient Greek
117 to 121
Sextus Empiricus, Adversus mathematicos 117-3-121
Not analysed yet
ἀλλὰ δὴ καὶ τὸ “εἰ νὺξ ἔστιν, ἡμέρα ἔστιν” ἡμέρας οὔσης κατὰ μὲν Φίλωνα διὰ τοῦτ᾿ ἀγηθές, ὅτι ἀπὸ ψεύδους ἀρχόμενον τοῦ “νὺξ ἔστιν” εἰς ἀληθὲς λήγει τὸ ‘‘ἡμέρα ἔστιν”, κατὰ δὲ Διόδωρον διὰ τοῦτο ψεῦδος, ὅτι ἐνδέχεται νυκτὸς ἐπισχούσης, ἀπ’ ἀληθοῦς ἀρχόμενον αὐτὸ τοῦ “νὺξ ἔστιν”, ἐπὶ ψεῦδος λήγειν τὸ ἡμέρα ἔστιν. Τοιαύτης οὖν οὔσης ὧς ἐν παραδείγματος μέρει τῆς ἐν τοῖς κριτηρίοις τοῦ συνημμένου ἀξιώματος ὑπεναντιώσεως, μήποτε ἄπορος γίνεται ἡ τοῦ ὑγιοῦς συνημμένου διάγνωσις· ἵνα γὰρ μάθωμεν τοῦτο, πρὸ παντὸς δεῖ ἐπικριθῆναι τὴν περὶ τῆς ὑγιότητος αὐτοῦ τῶν διαλεκτικῶν διάστασιν. ἐφ᾿ ὅσον δὲ ἀνεπίκριτός ἐστι, μένειν ἀνάγκη καὶ αὐτὸ ἐν ἐποχῇ. καὶ εἰκότως. ἤτοι γὰρ πᾶσι τοῖς κριτηρίοις τῶν διαλεκτικῶν προσέξομεν ἤ τινι τούτων. ἀλλὰ πᾶσι μὲν οὐχ οἷόν τέ ἐστι προσέχειν· μάχεται γάρ, ὡς ἐπὶ τῶν προειρημένων δυεῖν ὑπέδειξα, τὰ δὲ μαχόμενα οὐ δύναται ἐπ᾿ ἴσης εἶναι πιστά. εἰ δέ τινι τούτων, ἤτοι αὐτόθεν καὶ ἀκρίτως προσέξομέν τινι, ἤ μετὰ λόγου τοῦ δεικνύντος ὅτι ὑγιές ἐστι τὸ τοιοῦτον κριτήριον. καὶ εἰ μὲν ἀκρίτως καὶ αὐτόθεν συγκαταθησόμεθά τινι κριτηρίῳ, τί μᾶλλον τῷδε ἢ τῷδε συγκαταθησόμεθα. ,ὅπερ ἴσον ἦν τῷ μηδενὶ συγκατατίθεσθαι διὰ τὴν μάχην. εἰ δὲ μετὰ λόγου τοῦ δεικνύντος ὅτι ὑγιές ἐστι τὸ παραλαμβανόμενον ὑφ’ ἡμῶν τοῦ συνημμένου κριτήριον, ἤτοι οὗτος ὁ λόγος ἀσύνακτός τ’ ἐστὶ καὶ ἀπέραντος ἢ συνακτικὸς καὶ περαίνων. ἀλλ’ ἀσύνακτος μὲν καθεστὼς καὶ ἀπέραντος ἄπιστός ἐστι καὶ μοχθηρὸς ἐν τῷ προκρίνειν τι τοῦ συνημμένου κριτήριον. εἰ δὲ συνακτικὸς ὑπάρχει, πάντως διὰ τοῦτο συνακτικὸς τυγχάνει ὅτι ἀκολουθεῖ αὐτοῦ τοῖς λήμμασιν ἡ ἐπιφορά, ὥστε δι᾿ ἀκολουθίας τινὸς αὐτὸν δοκιμάζεσθαι.