Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 125-3
Not analysed yet
οὐ μὴν ἀλλὰ καὶ ὅταν λέγωσιν ὑγιὲς εἶναι συμπεπλεγμένον τὸ πάντ’ ἔχον ἐν αὐτῷ ἀληθῆ, οἶον τὸ “ἡμέρα ἔστι καὶ φῶς ἔστιν”, ψεῦδος δὲ τὸ <ἓν> ἔχον ψεῦδος, νομοθετοῦσιν αὐτοὶ αὑτοῖς. ἀκόλουθον γὰρ ἦν, εἰ ἀληθές ἐστι τὸ ἐκ πάντων ἀληθῶν σύνθετον, εὐθὺς [ἀληθὲς] καὶ τὸ ἐκ πάντων ψευδῶν συγκείμενον ψεῦδος, τὸ δὲ ἐκ ψευδῶν ἅμα καὶ ἀληθῶν μὴ μᾶλλον ἀληθὲς εἶναι ἤ ψεῦδος.