Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 127-5
Not analysed yet
οὐ δὴ δυνατὸν εἶναί φαμεν ταῦτα λέγειν, οὐδ’ οὕτως ἔχειν τὸ πρᾶγμα. κἂν γὰρ τύχωσι τῶν νομιζομένων αὐτοῖς ἀγαθῶν, θῶν, συνέχονται καὶ ἐπιλυποῦνται μᾶλλον, ὅτι οὐ μόνοι ταῦτα ἔχουσιν· σὺν τούτῳ γὰρ τἀγαθὰ τίμια καὶ περιὑποτιθέμενος μαχητὰ νομίζουσι, σὺν τῷ μόνοι ταῦτα κεκτῆσθαι, διὸ καὶ ζῆλος αὐτοῖς ἐμφύεται πρὸς τοὺς πέλας καὶ βασκανία καὶ φθόνος. ὥστε καὶ τὴν δίωξιν τῶν λεγομένων [ὑπάρχειν] ἀγαθῶν οὐκ ἀταλαίπωρον εἷναι, καὶ τὴν περίκτησιν πλειόνων κακῶν ὑπάρχειν ἐπισύστασιν.