Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 128-4
Not analysed yet
ἀλλ’ εἰ ἐν τῷ αὐτῷ χρόνῳ ὑπὸ τούτων ἀντ’ ἀντικοπήσεται, ἔσται τὸ αὐτὸ ἅμα καὶ κεκινημένον καὶ μὴ κεκινημένον· ᾗ μὲν γὰρ ἀντέκοψεν αὐτῷ τὸ διοριστικὸν τῶν ἡμιπηχυαίων διαστημάτων, κεκίνηται τὸ ἡμιπηχυαῖον διάστημα, ᾗ δὲ καὶ τὸ διοριστικὸν τοῦ παλαιστιαίου ἀντέκοψεν, πάλιν οὐ κεκίνηται τὸ αὐτὸ διάστημα. ἄτοπον δέ γε τὸ αὐτὸ λέγειν ἅμα κεκινῆσθαι καὶ μὴ κεκινῆσθαι. ἀντ’ ὀπὸν ἄρα καὶ τὸ ἀξιοῦν τὸ κινούμενον ἄθρουν ὑφ’ ‘ὲν μεριστὸν ἀνύειν διάστημα καὶ μὴ κατὰ τὸ πρότερον πρότερον κινεῖσθαι.