Ancient Greek
13 to 17
Sextus Empiricus, Adversus mathematicos 13-2-17
Not analysed yet
καὶ μὴν ἐπεὶ πᾶσα τέχνη ἤτοι ἑστηκὸς ἔχει τὸ τέλος καὶ πάγιον, ὡς φιλοσοφία καὶ γραμματική, ἢ τοῦ ὡς τὸ πολὺ ἐχόμενον, καθάπερ ἰατρική τε καὶ κυβερνητική, δεήσει καὶ τὴν ῥητορικήν, εἴπερ ἐστὶ τέχνη, τὸ ἕτερον τούτων ἐπ- αγγέλλεσθαι. οὔτε δέ ἑστηκὸς ἔχει παν〈τελῶς τὸ〉 τέλος (οὐδὲ γὰρ ἀεὶ περιγίνεται [περὶ] τῆς τῶν ἀντιδίκων νίκης, ἀλλʼ ἔσθʼ ὅτε ἕτερον μέν προτίθεται ὁ ῥήτωρ ἕτερον δὲ ἐξακολουθοῦν ἔχει τέλος) οὔτε τοῦ ὡς τὸ πολὺ ἐφιέμε- νον, ἐπεὶ πᾶς ῥήτωρ ἑαυτῷ συγκρινόμενος πολλάκις ἐλεί- φθη μᾶλλον ἢ ἐνίκησεν, ἅτε διὰ παντὸς ἑτέρου τὰς ἐπι- χειρήσεις αὐτοῦ διαλύοντος· οὐκ ἄρα τέχνη ἐστὶν ἡ ῥη- τορική. εἴπερ τε ἐνδέχεται γενέσθαι ῥήτορα μὴ μετα- σχόντα τῆς ῥητορικῆς τέχνης, οὐκ ἂν εἴη τις τέχνη ῥη- τορική. ἐνδέχεται δέ γε ἱκανῶς καὶ κατὰ τρόπον ῥητο- ρεύειν μὴ μετασχόντα ῥητορικῆς, ὡς καὶ περὶ Δημάδου παρειλήφαμεν· κωπηλάτης γὰρ ὢν ὁμολογεῖται ἄριστος γεγονέναι ῥήτωρ, καὶ σὺν τούτῳ ἄλλοι παμπληθεῖς. τοίνυν οὔκ ἐστι τέχνη ἡ ῥητορική. ἄλλως τε καὶ [ἐπεὶ] τούτοις ἀπιστοῦμεν ὡς τοιούτοις γεγο|νόσι καὶ ἐν ἕξει κἀκ τοιαύ- της τινὸς τριβῆς ἐπὶ τὸ ῥητορεύειν παρεληλυθόσιν, ἀλλ᾿ οὖν γε ἐν τῷ καθʼ ἡμᾶς βίῳ πολλούς πάρεστιν ὁρᾶν λέ- γοντας μέν εὐφυῶς ἐπὶ δικαστηρίων καὶ ἐν ἐκκλησίαις, τὰ δέ τεχνικὰ τῆς ῥητορικῆς παραγγέλματα μὴ γινώ- σκοντας.