Ancient Greek
ΠΡΟΣ ΓΕΩΜΕΤΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 13-3
Not analysed yet
ἄλλως τε, εἰ βέβαιόν ἐστι καὶ πιστὸν τὸ ὑποτιθέμενον ἧ ὑποτίθεται, μὴ ταῦτα ὑπο- τιθέσθωσαν ἐξ ὧν ἀποδείξουσί τι, ἀλλʼ αὐτὸ τὸ ἀποδεικ- νύμενον, τουτέστι μὴ τὰ λήμματα τῆς ἀποδείξεως ἀλλὰ τὴν ἐπιφοράν ὃ γὰρ δύναται πρὸς πίστιν αὐτοῖς ἐπὶ τῶν ἐκκαλυπτόντων ἡ ὑπόθεσις, τοῦτο δυνήσεται καὶ ??τῶν ἐκκαλυπτομένων ἐκ τῆς ἀποδείξεως πραγμάτων. |εἰ δʼ ἄπιστόν ἐστι, κἂν πολλάκις ὑποτεθῇ, τὸ τῆς ἀποδείξεως συμπέρασμα χωρὶς ἀποδείξεως, ἄπιστον γενήσεται καὶ τὸ εἰς κατασκευὴν τούτου λαμβανόμενον, εἰ μὴ διʼ ἀπο- δείξεως διδάσκοιτο.