Ancient Greek
13 to 15
Sextus Empiricus, Adversus mathematicos 13-5-15
Not analysed yet
ἐπὶ δὲ τὸ λογικὸν κατηνέχθησαν μέρος οἱ περὶ Πανθοίδην καὶ Ἀλεξῖνον καὶ Εὐβουλίδην καὶ Βρύσωνα, Διονυσόδωρόν τε καὶ Εὐθύδημον Θούριοι, ὧν μέμνηται καὶ ὁ Πλάτων’ ἐν τῷ Εὐθυδήμῳ]. τῶν δὲ διμερῆ τὴν φιλοσοφίαν ὑποστησαμένων Ξενοφάνης μὲν ὁ Κολοφώνιος τὸ φυσι- κὸν ἅμα καὶ λογικόν, ὥς φασί τινες, μετήρχετο, Ἀρχέλαος δὲ ὁ Ἀθηναῖος τὸ φυσικὸν καὶ ἠθικόν· μεθ’ οὗ τινες καὶ τὸν Ἐπίκουρον τάττουσιν ὡς καὶ] τὴν λογικὴν θεωρίαν ἐκβάλλοντα. ἄλλοι δὲ ἦσαν οἲ φασι μὴ κοινῶς αὐτὸν τὴν λογικὴν παρῃτῆσθαι, μόνην δὲ τὴν τῶν Στωικῶν, ὥστε δυνάμει τριμερῆ πάλιν ἀπολείπειν τὴν φιλοσοφίαν. ἀνα- φέρεται δὲ ὑπό τινων δόξα, καθὸ καὶ ὁ Σωτίων μεμαρτύ- ρηκεν, εἰς τούς ἀπὸ τῆς Κυρήνης ὡς λέγοντας ἠθικόν τι καὶ λογικὸν φιλοσοφίας εἶναι μέρος.