Ancient Greek
13 to 14
Sextus Empiricus, Adversus mathematicos 13-6-14
Not analysed yet
οἱ δὲ περὶ τὸν Ἐπίκουρον καὶ Στράτωνα τὸν φυσικὸν δύο μόνον ἀπολείποντες, σημαῖνόν τε καὶ τυγχάνον, φαίνονται τῆς δευτέρας ἔχεσθαι στάσεως καὶ περὶ τῇ φωνῇ τὸ ἀληθὲς καὶ ψεῦδος ἀπολείπειν. ἡ μὲν γὰρ ὑστάτη δόξα (λέγω δὲ τὴν τῷ κινήματι τῆς διανοίας τἀληθὲς ὑποτιθεμένην) σχολικῶς ἔοικε πλάττεσθαι. Διόπερ καὶ τῆς κατὰ τοῦτον τὸν τόπον ἱστορίας ὡς ἐν κεφαλαίοις ἀποδοθείσης χωρῶμεν ἐπὶ τὰς κατὰ μέρος ἀπορίας, ὧν αἱ μὲν κοινότερον χειρισθήσονται πρὸς πάσας τὰς ἐκκειμένας στάσεις, αἱ δ’ ἰδιαίτερον πρὸς ἑκάστην.