Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 133-4
Not analysed yet
Ζήνων(fr. 152 Arn.) δὲ καὶ τοιοῦτον ἠρώτα λόγον· “τοὺς θεοὺς εὐλόγως ἄν τις τιμῴη· <τοὺς δὲ μὴ ὄντας οὐκ ἄν τις εὐλόγως τιμῴη· >εἰσὶν ἄρα θεοί.” ᾧ λόγῳ τινὲς παραβάλλοντές φασι· “τοὺς σοφοὺς ἄν τις εὐλόγως τιμῴη· τοὺς δὲ μὴ ὄντας οὐκ ἄν τις εὐλόγως τιμῴη· εἰσὶν ἄρα σοφοί.” ὅπερ οὐκ ἤρεσκε τοῖς ἀπὸ τῆς Στοᾶς, μέχρι τοῦ νῦν ἀνευρέτου ὄντος τοῦ κατ᾿ αὐτούς [τοῦ] σοφοῦ.