Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 135-3
Not analysed yet
ἀλλὰ τοῦτό γε τὸ φαινόμενον καὶ ἐναργὲς εἶναι δοκοῦν ἀναιρεῖται ὅσον ἐπὶ τῇ ἐκκειμένῃ ὑποθέσει καὶ γίνεται ψεῦδος. ἔσται γὰρ τὸ ἐν τῷ αὐτῷ χρόνῳ κινούμενον καὶ ταχύτερον καὶ βραδύτερον· ρον· ὅπερ ἦν ἀπεμφαῖνον. εἰ γὰρ οὐκ ἐν ἄλλῳ μὲν χρόνῳ τὸ ὅλον κινεῖται πηχυαῖον διάστημα, ἐν ἄλλῳ δὲ τὰ τοῦ πηχυαίου διαστήματος μέρη, ἀλλ’ ἐν ἐνὶ καὶ τῷ αὐτῷ τό τε ὅλον διάστημα διέρχεται καὶ τὰ τοῦ ὅλου μέρη, ἔσται τὸ αὐτὸ ἐν τῷ αὐτῷ χρόνῳ καὶ βραδύτερον καὶ ταχύτερον·