Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 138-4
Not analysed yet
εἰ γὰρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ ἀνύει τό τε ὅλον δακτυλιαῖον διάστημα καὶ τὰ μέρη αὐτοῦ, δ’ ἔστι διάστημα τό τε ἀπὸ τοῦ ἄκρου μέχρι τῆς μεσότητος καὶ τὸ ἀπὸ ταύτης μέχρι τοῦ ἄκρου, ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἀπελεύσεται τὸ κινούμενον καὶ προσκροῦσαν τῷ διορίζοντι κατελεύσεται. παρὰ τὴν ἐνάργειαν δέ ἐστι τὸ ἐν τῷ αὐτῷ χρόνῳ ἐλθεῖν τε καὶ ἀπελθεῖν· παρὰ τὴν ἐνάργειαν ἄρα καὶ τὸ οὕτω γίνεσθαι τὴν κίνησιν, ὥσπερ καὶ τὸ ἐν τῷ αὐτῷ χρόνῳ λέγειν καὶ ἐκτείνεσθαι τὴν χεῖρα καὶ συστέλλεσθαι, καὶ οὐκ ἐν ἄλλῳ μὲν ἐκτείνασθαι, ἐν ἄλλῳ δὲ συστέλλεσθαι.