Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 140
Not analysed yet
φημὶ δὲ τοῦ ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος’. πρῶτον μὲν γὰρ τὸ μέρος περιέχε- ται ἐν τῷ οὗ ἐστι μέρος, τὸ δὲ μῆνιν οὐκ ἐμπεριέχεται ἐν τῷ ‘ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος’, ὥστε οὐκ ἂν εἴη μέρος τούτου. εἶτα δὲ οὐδὲ τὸ ‘ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος’ χρῄζει συμπληρώσεως· κατὰ γὰρ τὸν ἴδιον λόγον συμπεπλήρωται. ἀλλὰ ὅλος ὁ λόγος, λέγω δὲ ὁ στίχος, οὐκ ἔστι τὸ ‘ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος. τοίνυν οὐδὲ τούτου μέρος ἐστὶ τὸ μῆνιν. ἀλλʼ εἰ μήτε τοῦ ὅλου στίχου μέρος ἐστὶ τὸ μῆνιν μήτε τοῦ ἀπολειπομένου μέρους, παρὰ δὲ ταῦτα οὐδὲν ἄλλο ὑπόκειται, οὐδενὸς λόγου μέρος ἐστὶ τὸ μῆνιν.