Ancient Greek
143 to 150
Sextus Empiricus, Adversus mathematicos 143-3-150
Not analysed yet
Λέγεται τοίνυν τὸ σημεῖον διχῶς, κοινῶς τε καὶ ἰδίως, κοινῶς μὲν τὸ δοκοῦν τι δηλοῦν, καθὸ καὶ τὸ πρὸς ἀνατέωσιν τοῦ συμπαρατηρηθέντος αὐτῷ πράγματος χρησιμεῦον εἰώθαμεν καλεῖν σημεῖον, ἰδίως δὲ τὸ ἐνδεικτικὸν τοῦ ἀδηλουμένου πράγματος, περὶ οὗ καὶ πρόκειται ζητεῖν ἐπὶ τοῦ παρόντος. <γ΄> πόσαι τῶν ἀδήλων τῶν δὲ ἀδήλων τὰ μέν τινα ἦν καθάπαξ ἄδηλα, τὰ δὲ φύσει ἄδηλα, τὰ δὲ πρὸς καιρὸν ἄδηλα. ὧν πρὸς καιρὸν μὲν ἄδηλα καλεῖται ἅπερ τὴν φύσιν ἔχοντα ἐναργῆ παρά τινας ἔξωθεν περιστάσεις κατὰ καιροὺς ἡμῖν ἀδηλεῖται, οἷον νῦν ἡ τῶν Ἀθηναίων πόλις ἡμῖν· φύσει μὲν γάρ ἐστιν ἐναργής καὶ πρόδηλος, παρὰ δὲ τὸ μεταξὺ διάστημα ἀδηλεῖται. φύσει δὲ ἦν ἄδηλα τὰ δι’ αἰῶνος ἀποκεκρυμμένα καὶ μὴ δυνάμενα ὑπό τὴν ἡμετέραν πεσεῖν ἐνάργειαν, καθάπερ οἱ νοητοὶ πόροι καὶ τὸ ἀξιούμε- νον ἐκτὸς εἶναι τοῦ κόσμου τισὶ φυσικοῖς ἄπειρον κενόν. καθάπαξ δὲ ἄδηλα λέγεται τυγχάνειν τὰ μηδέποτε ὐπ’ ἀνθρωπίνην κατάληψιν πεφυκότα πίπτειν, οἶόν ἐστι τὸ ἀρτίους εἷναι τοὺς ἀστέρας ἢ περισσοὺς καὶ τὸ τοσάσδε ὑπάρχειν ἐν Λιβύῃ ψάμμους. τεσσάρων οὖν οὐσῶν ἐν τοῖς πράγμασι διαφορῶν, μιᾶς μὲν <τῆς> τῶν ἐναργῶν, δὲ τῆς τῶν καθάπαξ ἀδήλων, τρίτης δὲ τῆς τῶν φύσει ἀδήλων, τετάρτης τῆς τῶν πρὸς καιρόν, οὐ πᾶσάν φαμεν διαφορὰν σημείου δεῖσθαι ἀλλὰ τινά. εὐθέως γὰρ οὔτε τὰ καθάπαξ ἄδηλα ἐπιδέχεταί τι σημεῖον οὔτε τὰ ἐναργῆ, καὶ τὰ μὲν ἐναργῆ, ὅτι ἐξ αὐτῶν προσπίπτει καὶ οὐδενὸς ἑτέρου δεῖται πρὸς μήνυσιν, τὰ δὲ καθάπαξ ἄδηλα, ὅτι κοινῶς πᾶσαν πᾶσαν ἐκπεφευγότα κατάληψιν οὐδὲ τὴν διὰ σημείου ἐπιδέχεται. τὰ δὲ φύσει ἄδηλα καὶ τὰ πρὸς καιρὸν χρείαν ἔχει τῆς ἐκ τοῦ σημείου παρατηρήσεως, τὰ μὲν πρὸς καιρὸν ἄδηλα, ὅτι κατά τινας περιστάσεις αἴρεται ἐκ τῆς πρὸς ἡμάς ἐναργείας, τὰ δὲ φύσει ἄδηλα, ὅτι διὰ παντός ἐστιν ἀφανῆ.