Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 147
Not analysed yet
πάλιν γὰρ φήσομεν ὅτι τὸ φύσει κινοῦν ἡμᾶς ὁμοίως πάντας κινεῖ, καὶ οὐχ οὓς μὲν οὕτως οὕς δὲ ἐναντίως· οἷον φύσει τὸ πῦρ ἀλεαίνει, βαρ -βάρους Ἕλληνας ἰδιώτας ἐμπείρους, καὶ οὐχ Ἕλληνας μέν ἀλεαίνει βαρβάρους δὲ φύχει· καὶ ἡ χιὼν φύσει ψύ- χει, καὶ οὐ τινὰς μὲν ψύχει τινὰς δὲ θερμαίνει. ὥστε τὸ φύσει κινοῦν ὁμοίως τοὺς ἀπαραποδίστους ἔχοντας τὰς αἰσθήσεις κινεῖ.