Ancient Greek
15 to 17
Sextus Empiricus, Adversus mathematicos 15-17
Not analysed yet
τὸ γὰρ ἀριθμητὸν ξύλον εἰ μετοχῇ μονάδος ἐστὶν ἕν, ὃ μή ἐστι ξύλον οὐ λεχθήσεται ἕν λέγεται δέ γε, ὡς ἀνώτερον (v. 7) ὑποδέδεικται οὐκ ἄρα ἐστὶν ἡ μονὰς ἧς μετοχῇ ἓκαστον τῶν κατὰ μέρος ἀριθμητῶν μονὰς προσαγορεύε- ται. εἶτα τὸ πολλοῖς μετε|χόμενον πολλά ἐστι καὶ οὐχ ἕν, τὰ δὲ ἀριθμητὰ πολλά τέ ἐστι καὶ ἄπειρα· οὐκ ἄρα μετοχῇ τῆς μονάδος ἕκαστον τῶν ἀριθμητῶν ἕν ἐστιν. ὥσπερ οὖν ὁ γενικὸς ἄνθρωπος, ὅν τινες νοοῦσι ζῷον θνητὸν λογικόν, οὔτε Σωκράτης ἐστὶν οὔτε Πλάτων, ἐπει- δὴ οὐδεὶς ἕτερος λεχθήσεται ἄνθρωπος, οὔτε καθʼ ἑαυ- τὸν ὑφέστηκεν οὔτε μετὰ Πλάτωνος καὶ Σωκράτους, ἐπεὶ ἐθεωρεῖτο ἂν ὡς ἄνθρωπός 〈τις〉, οὕτω καὶ τὸ ἓν μήτε σὺν τοῖς κατὰ μέρος ἀριθμητοῖς μήτε καθʼ ἑαυτὸ ὑφεστηκὸς νοούμενον εὐθέως ἐστὶν ἀνεπινόητον.