Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 151-3
Not analysed yet
Καὶ μὴν εἰ ἔστι τι τὸ θεῖον, ἤτοι σῶμά ἐστιν ἢ ἀσώγε ματον· οὔτε δὲ ἀσώματόν ἐστιν, ἐπεὶ ἄψυχόν ἐστι καὶ ἀναίσθητον καὶ οὐδὲν δυνάμενον ἐνεργεῖν τὸ ἀσώματον, οὔτε σῶμα, ἐπεὶ πᾶν σῶμα μεταβλητόν τέ ἐστι καὶ φθαρτόν, ἄφθαρτον δὲ τὸ θεῖον· οὐ τοίνυν ὑπάρχει τὸ θεῖον.