Ancient Greek
154 to 156
Sextus Empiricus, Adversus mathematicos 154-2-156
Not analysed yet
εἴπερ τε ἡ κατάληψις καταληπτικῆς φαντασίας συγκατάθεσίς ἐστιν, ἀνύπαρκτός ἐστι, πρῶτον μὲν ὅτι ἡ συγκατάθεσις οὐ πρὸς φαντασίαν γίνεται ἀλλὰ πρὸς λόγον (τῶν γὰρ ἀξιωμάτων εἰσὶν αἱ συγκαταθέσεις), δεύτερον ὅτι οὐδεμία τοιαύτη ἀληθὴς φαντασία εὑρίσκεται οἴα οὐκ ἂν γένοιτο ψευδής, ὧς διὰ πολλῶν καὶ ποικίλων παρίσταται. μὴ οὔσης δὲ καταληπτικῆς φαντασίας οὐδὲ κατάληψις γενήσεται· ἦν γὰρ αὕτη καταληπτικῇ φαντασίᾳ συγκατάθεσις. μὴ οὔσης δὲ καταλήψεως ἕως πάντ’ ἔσται ἀκατάληπτα. πάντων δὲ ὄντων ἀκαταλήπτων ἀκολουθήσει καὶ κατὰ τοὺς Στωικοὺς ἐπέχειν τὸν σοφόν. σκοπῶμεν δὲ οὑτωσί. πάντων ὄντων ἀκαταλήπτων διὰ τὴν ἀνυπαρξίαν τοῦ Στωικοῦ κριτηρίου, εἰ συγκαταθήσεται ὁ σοφός, δοξάσει ὁ σοφός· μηδενὸς γὰρ ὄντος καταληπτοῦ εἰ συγκατατίθεταί τινι, τῷ ἀκαταλήπτῳ συγκαταθήσεται, ἡ δὲ τῷ ἀκαταλήπτῳ συγκατάθεσις δόξα ἐστίν.