Ancient Greek
160 to 162
Sextus Empiricus, Adversus mathematicos 160-3-162
Not analysed yet
εἰ ἔστι τι θεῷ δεινόν, ἔστι τι τῷ θεῶ ὀχλήσεως ποιητικόν. εἰ δὲ τοῦτο, ἐπιδεκτικός ἐστιν ὀχλήσεως, διὰ δὲ τοῦτο καὶ φθορᾶς. ὅθεν εἰ ἔστι τὸ θεῖον, φθαρτόν ἐστιν. οὐχὶ δὲ φθαρτόν ἐστιν· οὐκ ἄρα ἔστιν. Καὶ μὴν εἰ πανάρετόν ἐστι τὸ θεῖον, καὶ τὴν μεγαλοψυχίαν ἔχει. εἰ δὲ μεγαλοψυχίαν ἔχει, ἐπιστήμην ἔχει ποιοῦσαν ὑπεραίρειν τῶν συμβαινόντων. εἰ τοῦτο, ἔστι τινὰ τὰ συμβαίνοντα αὐτῷ ὣν ὑπεράνω γίνεται. εἰ δὲ τοῦτο, ἔστι τινὰ τὰ συμβαίνοντα καὶ ὀχληρὰ αὐτῷ, καὶ οὕτω φθαρτὸς ἔσται. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς. Πρὸς τούτοις· εἴπερ πάσας ἔχει τὰς ἀρετὰς ὁ θεός, καὶ φρόνησιν ἔχει. εἰ φρόνησιν ἔχει, <ἔχει> καὶ ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων. εἰ δὲ ἐπιστήμην ἔχει τούτων, οἶδε ποῖά ἐστι τὰ ἀγαθὰ καὶ κακὰ καὶ ἀδιάφορα.