Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 161-2
Not analysed yet
πλὴν καὶ τοῦ τοῦ σκεπτικοῦ ἔθους παρασταθέντος, χωρῶμεν λοιπὸν καὶ ἐπὶ τὴν τοῦ προκειμένου κατασκευήν. Τῶν οὖν ὄντων, φασὶν οἱ ἀπὸ τῆς σκέψεως, τὰ μέν ἐστι κατὰ διαφοράν, τὰ δὲ πρός τι πὼς ἔχοντα. καὶ κατὰ διαφορὰν μὲν ὁπόσα κατ’ ἰδίαν ὑπόστασιν καὶ ἀπολύτως νοεῖται, οἷον λευκὸν μέλαν, γλυκὺ πικρόν, πᾶν τὸ τούτοις παραπλήσιον· ψιλοῖς γὰρ αὐτοῖς καὶ κατὰ περιγραφὴν ἐπιβάλλομεν καὶ δίχα τοῦ ἕτερόν τι συνεπινοεῖν.