Ancient Greek
164 to 168
Sextus Empiricus, Adversus mathematicos 164-2-168
Not analysed yet
πάλιν οὖν ἐπεὶ οὐδεμία ἐστὶν ἀληθὴς τοιαύτη οἴα οὐκ ἂν γένοιτο ψευδής, ἀλλὰ πάσῃ τῇ δοκούσῃ ἀληθεῖ καθεστάναι εὑρίσκεταί τις ἀπαράλλακτος ψευδής, γενήσεται τὸ κριτήριον ἐν κοινῇ φαντασίᾳ τοῦ τε ἀληθοῦς καὶ ψεύδους. ἡ δὲ κοινὴ τούτων φαντασία οὔκ ἐστι καταληπτική, μὴ οὖσα δὲ καταληπτικὴ οὐδὲ κριτήριον ἔσται. μηδεμιᾶς δὲ οὔσης φαντασίας κριτικῆς οὐδὲ λόγος ἂν εἴη κριτήριον· ἀπὸ φαντασίας γὰρ οὗτος ἀνάγεται. καὶ εἰκότως· πρῶτον μὲν γὰρ δεῖ φανῆναι αὐτῷ τὸ κρινόμενον, φανῆναι δὲ οὐδὲν δύναται χωρὶς τῆς ἀλόγου αἰσθήσεως. οὔτε οὖν ἡ ἄλογος αἴσθησις οὔτε ὁ λόγος ἦν κριτήριον. Ταῦτα μὲν ἀντιπαρεξάγων τοῖς ἄλλοις φιλοσόφοις ὁ Καρνεάδης εἰς τὴν ἀνυπαρξίαν τοῦ κριτηρίου διεξήρχετο· ήρχετο· ἀπαιτούμενος δὲ καὶ αὐτός τι κριτήριον πρός τε τὴν τοῦ βίου διεξαγωγὴν καὶ πρὸς τὴν τῆς εὐδαιμονίας περίκτησιν, δυνάμει ἐπαναγκάζεται καὶ καθ’ αὐτὸν περὶ τούτου διατάττεσθαι, προσλαμβάνων τήν τε πιθανὴν φαντασίαν καὶ τὴν πιθανὴν ἅμα καὶ ἀπερίσπαστον καὶ διεξωδευμένην. τίς δέ ἐστιν ἡ τούτων διαφορά, συντόμως ὑποδεικτέον. ἡ τοίνυν φαντασία τινὸς φαντασία ἐστίν, οἶον τοῦ τε ἀφ’ οὗ γίνεται καὶ τοῦ ἐν ᾧ γίνεται, καὶ <τοῦ> ἀφ’ οὗ μὲν γίνεται ὧς τοῦ ἐκτὸς ὑποκειμένου τοῦ ἐν ᾧ δὲ γίνεται καθάπερ ἀνθρώπου. τοιαύτη δὲ οὖσα δύο ἂν ἔχοι σχέσεις, μίαν μὲν ὡς πρὸς τὸ φανταστόν, δευτέραν δὲ ὧς πρὸς τὸν φαντασιούμενοι. κατὰ μὲν οὖν τὴν πρὸς τὸ φανταστὸν σχέσιν ἢ ἀληθὴς γίνεται ἢ Ψευδής, καὶ ἀληθὴς μὲν ὅταν σύμφωνος ᾖ τῷ ψευδὴς δὲ ὅταν διάφωνος.