Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 164-3
Not analysed yet
τοίνυν τῶν πρός τι γενήσεται. ὥσπερ γὰρ τὸ σημειωτὸν κατὰ τὴν ὧς πρὸς τὸ σημεῖον σχέσιν νοούμενον τῶν πρός τι ἐστὶν <. . . . . . >· τινὸς γάρ ἐστι σημεῖον, τοῦ σημειωτοῦ. ἐὰν γοῦν τὸ ἕτερον αὐτῶν καθ’ ὐπόθεσιν ἀνέλωμεν, καὶ τὸ λειπόμενον συναναιρεθήσεται, οἷόν τι καὶ ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ φαίνεται γιγνόμενον· μένον· μηδενὸς γὰρ ὄντος δεξιοῦ οὐδὲ ἀριστερόν τι ἔσται διὰ τὸ τῶν πρός τι εἶναι τούτων ἑκάτερον, καὶ μηδενὸς ὄντος ἀριστεροῦ συμπεριγράφεται καὶ ἡ τοῦ δεξιοῦ ἐπίνοια.