Ancient Greek
165 to 170
Sextus Empiricus, Adversus mathematicos 165-3-170
Not analysed yet
νὴ Δί’, ἀλλά πόνῳ φασίν, οὐ περιπέπτωκεν, ἡδονῇ δέ, κἀκ ταύτης ἐκεῖνον νενόηκεν. ὅπερ ἦν εὔηθες. πρῶτον μὲν γάρ ἐστιν ἀμήχανον μὴ πειραθέντα πόνου νόησιν ἡδονῆς λαβεῖν· κατὰ γὰρ τὴν παντὸς τοῦ ἀλγύνοντος ὑπεξαίρεσιν συνίστασθαι πέφυκεν. εἶτα καὶ τούτου συγχωρηθέντος πάλιν ἀκολουθεῖ τὸ φθαρτὸν εἶναι τὸν θεόν. εἰ γὰρ τῆς τοιαύτης διαχύσεως δεκτικός ἐστι, καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς ἔσται δεκτικὸς ὁ θεὸς καὶ φθαρτός ἐστιν. οὐχὶ δέ γε τοῦτο, ὥστε οὐδὲ τὸ ἐξ ἀρχῆς. Εἴπερ τε πανάρετόν ἐστι τὸ θεῖον καὶ τὴν φρόνησιν ἔχει, ἔχει καὶ τὴν εὐβουλίαν, παρόσον ἡ εὐβουλία φρόνησίς ἐστι πρὸς τὰ βουλευτά. εἰ δὲ τὴν εὐβουλίαν ἔχει, καὶ βουλεύεται. εἰ δὲ βουλεύεται, ἔστι τι ἄδηλον αὐτῷ· εἰ γὰρ μηδέν ἐστιν ἄδηλον αὐτῷ, οὐ βουλεύεται οὐδὲ τὴν εὐβοὐλίαν εὐβυλίαν ἔχει τῷ τὴν βουλὴν ἀδήλου ζήτησιν οὖσαν περὶ τοῦ πῶς ἐν τοῖς παροῦσιν ὀρθῶς διεξάγομεν. ἄτοπον δέ γέ ἐστι τὸ μὴ βουλεύεσθαι μηδὲ εὐβουλίαν ἔχειν τὸν θεόν. τοίνυν ἔχει ταύτην, καὶ ἔστι τι ἄδηλον αὐτῷ. εἰ δὲ ἔστι τι ἄδηλον θεῷ, οὐκ ἄλλο μέν τι ἔστιν ἄδηλον θεῷ, οὐχὶ δέ γε καὶ τὸ τοιοῦτον οἶον εἰ ἔστι τινὰ αὐτοῦ ἐν τῇ ἀπειρίᾳ φθαρτικά. ἀλλ’ εἰ τοῦτό ἐστιν ἄδηλον αὐτῷ, πάντως κατὰ τὴν προσδοκίαν τῶν φθαρτικῶν αὐτοῦ τούτων, ἐξ ὧν ἐν συνθροήσει τινὶ καὶ κινήματι γενήσεται, κἂν φοβοῖτο. εἰ δὲ ἐν κινήματι τοιούτῳ γίνεται, καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς ἔσται δεκτικός, διὰ δὲ τοῦτο καὶ φθαρτός. ᾧ ἀκολουθεῖ τὸ μηδ’ ὅλως αὐτὸν ὑπάρχειν.