Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 167-2
Not analysed yet
καὶ δὴ τὸ μὲν λέγειν, ὅτι ἐπικαταλαμβάνεται τῷ σημειωτῷ τὸ σημεῖον, αὐτόθεν φαίνεται ἄτοπον· πῶς γὰρ ἔτι δύναται ἐκκαλυπτικὸν εἶναι τὸ σημεῖον, ὅτε οὗ ἐκκαλυπτικόν ἐστι, τὸ σημειωτόν, προκαταλαμβάνεται αὐτοῦ; ἄλλως τε καὶ μαχόμενόν τι προσδέξονται οἱ δογματικοὶ τῷ συνήθως ὐπ’ αὐτῶν δογματιζομένῳ, ἐὰν τοῦτο λέγωσιν. φασὶ γὰρ τὸ σημειωτὸν ἄδηλον εἶναι καὶ μὴ ἐξ αὐτοῦ καταληπτόν· εἰ δέ γε μετὰ τὴν τούτου κατάληψιν ἐπικαταλαμβάνεται τὸ σημεῖον, οὐκ ἔσται τοῦτ’ ἄδηλον ὅ γε πρὸ τῆς τοῦ μηνύοντος αὐτὸ παρουσίας πεφώραται. ὥστε οὐκ ἐπικαταλαμβάνεται τῷ σημειωτῷ τὸ σημεῖον.