Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 168
Not analysed yet
ὃ τελέως ἦν ἀπίθανον τὸ γὰρ ἐπιδεχόμενον πρόσθεσιν προῦπόκειται τῆς προσθέσεως, οὐ μὴν τὸ γινόμενον ἐκ τῆς προσθέσεως προϋπόκειται ταύτης. οὐκ ἄρα οὖν τῷ γινομένῳ ἐκ τῆς προσθέσεως τοῦ μῆνιν ἑξαμέτρῳ στίχῳ προστίθεται τὸ μῆιν ὅτε μὲν γὰρ γίνεται ἡ πρόσθεσις, οὔπω ἑξάμετρός ἐστιν, ὅτε δὲ ἔστιν ἑξάμετρος, οὐκέτι γίνεται ἡ πρόσθεσις. πλὴν συν- ἤκται τὸ προκείμενον, καὶ μήτε προσθέσεως μήτε ἀφαιρέ- σεως οὔσης ἀναιρεῖται ὁ προειρημένος τοῦ μερισμοῦ τρόπος. Ἀλλὰ δὴ πάλιν τὴν ἐν τούτοις τῶν γραμματικῶν ἀκρίβειαν κατανοήσαντες, φέρε καὶ τῆς ἐν τῷ γράφειν αὐτῶν δυνάμεως ἀποπειραθῶμεν. ΙΙερὶ ἀρθογρα φία ς