Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 169-3
Not analysed yet
Τῆς κινήσεως τριῶν οὐσιῶν, ὡς προεῖπον §121), ἐχομένης, σώματός τε τοῦ κινουμένου καὶ τόπου τοῦ ἐν ᾧ κινεῖται καὶ χρόνου καθ’ ὃν ἡ κίνησις συντελεῖται, ἐπεὶ τό τε σῶμα καὶ τὸν τόπον ἠπορήσαμεν, πειρασόμεθα καὶ περὶ χρόνου ζητεῖν· τάχα γὰρ καὶ περὶ τούτου ὁ λόγος ἄπορος φανεῖται τοῖς τε αἰώνιον ὑποτιθεμένοις εἶναι τὸν κόσμον φυσικοῖς καὶ τοῖς ἀπό τινος χρόνου λέγουσιν αὐτὸν συνεστάσθαι.