Ancient Greek
171 to 173
Sextus Empiricus, Adversus mathematicos 171-173
Not analysed yet
ὧς ἡ ἐπὶ τῶν παρὰ μικρότητα τοῦ θεωρουμένου ἢ παρὰ ἱκανὸν διάστημα ἢ καὶ παρὰ ἀσθένειαν τῆς ὄψεως συγκεχυμένως καὶ οὐκ ἐκτύπως τι λαμβανόντων, ἡ δέ τις ἦν σύν τῷ φαίνεσθαι ἀληθὴς ἔτι καὶ σφοδρὸν ἔχουσα τὸ φαίνεσθαι αὐτὴν ἀληθῆ. ὧν πάλιν ἡ μὲν ἀμυδρὰ καὶ ἔκλυτος φαντασία οὐκ ἂν εἴη κριτήριον· τῷ γὰρ μήτε αὑτὴν μήτε τὸ ποιῆσαν αὐτὴν τρανῶς ἐνδείκνυσθαι οὐ πέφυκεν ἡμᾶς πείθειν οὐδ’ εἰς συγκατάθεσιν ἐπισπᾶσθαι. ἡ δὲ φαινομένη ἀληθὴς καὶ ἱκανῶς ἐμφαινομένη κριτήριόν ἐστι τῆς ἀληθείας κατὰ τοὺς περὶ τὸν Καρνεάδην. κριτήριον δὲ οὖσα πλάτος εἶχεν ἱκανόν, καὶ ἐπιτεινομένης αὐτῆς ἄλλη ἄλλης ἐν εἴδει πιθανωτέραν τε καὶ πληκτικωτέραν ἴσχει φαντασίαν.