Ancient Greek
172 to 174
Sextus Empiricus, Adversus mathematicos 172-2-174
Not analysed yet
ἀλλ’ εἰ μὴ ἔστι περὶ τὸν θεὸν τέχνη, οὐδ’ ἡ περὶ τὸν βίον τέχνη ἔσται περὶ αὐτόν, εἰ δὲ τοῦτο, οὐδὲ ἡ ἀρετή. μὴ ἔχων δὲ θεὸς ἀρετὴν ἀνύπαρκτός ἐστιν. καὶ ἄλλως· λογικὸς ὢν ὁ θεός, εἰ μὴ ἔχει τὴν ἀρετήν, πάντως τὴν ἀντίθετον ἔχει κακίαν· οὐχὶ δέ γε τὴν ἀντίθετον ἔχει κακίαν· ἔχει ἄρα τέχνην ὁ θεός, καὶ ἔστι τι ἄδηλον τῷ θεῷ. ᾧ ἕπεται τὸ φθαρτὸν αὐτὸν εἶναι, καθὼς πρότερον ἐπελογισάμεθα. οὐχὶ δέ γε φθαρτός ἐστιν· οὐκ ἄρα ἔστιν. Εἴπερ τε μὴ ἔχει φρόνησιν, ὡς ὑπεμνήσαμεν, οὐδὲ σωφροσύνην ἔχει· ἔστι γὰρ ἡ σωφροσύνη ἕξις ἐν αἱρέσεσι καὶ φυγαῖς σῴζουσα τὰ τῆς φρονήσεως κρίματα.