Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 173-3
Not analysed yet
πάλιν ὥσπερ ἡ κίνησις ἐν χρόνῳ γίνεται, οὕτω καὶ ἡ μονή· ἀλλ’ ὃν τρόπον οὐδεὶς λέγει τὴν μονὴν εἶναι χρόνον, οὔτ’ ὡς οὐδὲ τὴν τοῦ κόσμου κίνησιν δεόντως χρόνον ἀποφαίνεται. ἥ τε τοῦ κόσμου κίνησις διὰ παντός ἐστιν ἡ αὐτή, ὁ δὲ χρόνος οὐ διὰ παντός ἐστιν ὁ αὐτός, ἀλλ’ ὁτὲ μὲν ὁ αὐτὸς λέγεται, ὁτὲ δὲ ἄνισος· καὶ ὅτε ἄνισος, ὁτὲ μὲν πλείων, ὁτὲ δὲ ἐλάττων. ἕτερον ἄρα ἐστὶν ἡ τοῦ κόσμου κίνησις καὶ ἕτερον ὁ χρόνος.