Ancient Greek
178 to 182
Sextus Empiricus, Adversus mathematicos 178-2-182
Not analysed yet
καὶ τὸ πάντων δεινότατον, ὅτι μεταπέπτωκεν ἡ ὑπόσχεσις αὐτοῦ, εἴγε ὑπισχνεῖται μὲν ἐκκαλυπτικὸν ἔσεσθαί τινος ἑτέρου, ἀνάπαλιν δὲ αὐτὸ νῦν εὕρηται χρῇζον ἑτέρου τοῦ ἐκκαλύψοντος· εἰ γὰρ πᾶν τὸ διάφωνον ἄδηλόν ἐστι, τὸ δὲ ἄδηλον ἐκ σημείου ληπτόν, πάντως καὶ τὸ σημεῖον διαφωνούμενον δεήσεταί τινος σημείου πρὸς παράστασιν ὧς ἄδηλον. καὶ μὴν οὐδὲ δύνανται λέγειν, ὅτι τὸ διαφωνούμενον αὐτὸ ἔνεστιν ἀποδείξει καταστήσασθαι καὶ πιστὸν ἔχειν. πρῶτον μὲν γὰρ ὅταν ἀποδείξωσιν, τότε ὧς πιστὸν αὐτὸ λαμβανέτωσαν· ἐφ’ ὅσον δὲ ψιλὴ μόνον αὐτοῖς ἐστιν ὑπόσχεσις ἀλλ’ οὐκ ἀπόδειξις, ἔστηκε καὶ τὰ τῆς ἐποχῆς. εἶτα καὶ ἡ ἀπόδειξις τῶν ἀμφισβητησίμων ἐστίν, διαφωνουμένη δὲ καὶ αὐτὴ χρείαν ἔχει τοῦ τὴν πίστιν περιθήσοντος· διὰ δὲ ζητουμένου τὸ ζητούμενον δεικνύναι θέλειν τελέως ἐστὶν ἄτοπον. ἄλλως τε καὶ τῷ γένει σημεῖόν ἐστιν ἡ ἀπόδειξις· ἐκκαλυπτικὴ γὰρ ἦν τοῦ συμπεράσματος. ἕνα οὖν τὸ σημεῖον βεβαιωθῇ, δεῖ πιστὴν εἶναι τὴν ἀπόδειξιν, ἵνα δὲ ἡ ἀπόδειξις πιστὴ γένηται, δεῖ προβεβαιωθῆναι τὸ σημεῖον, ὥστε ἑκάτερον τὴν ἐκ θατέρου πίστιν περιμένον ἐπ’ ἴσης τῷ λοιπῷ ἐστιν ἄπιστον. πρὸς τούτοις τὸ ἐν ἀποδείξεως μέρει λαμβανόμενον εἰς τὴν τοῦ σημείου βεβαίωσιν ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν. καὶ εἰ μὲν αἰσθητόν, πάλιν ἡ ἀρχῆθεν μένει ζήτησις τῷ τὰ αἰσθητὰ κοινῶς διαπεφωνῆσθαι· εἰ δὲ νοητόν, ὁμοίως ἄπιστον καθέστηκεν· οὐ χωρὶς γὰρ τῶν αἰσθητῶν δύναται τοῦτο ληπτὸν ὑπάρχειν.