Ancient Greek
180 to 181
Sextus Empiricus, Adversus mathematicos 180-3-181
Not analysed yet
Πἀλιν εἰ ἔστι <τὸ> θεῖον, ἤτοι σῶμά ἐστιν ἢ ἀλλ’ ἀσώματον μὲν οὐκ ἄν εἴη διὰ τὰς ἔμπροσθεν ἡμίν εἰρημένας αἰτίας. εἰ δὲ σῶμά ἐστιν, ἤτοι σύγκριμά ἐστιν ἐκ τῶν ὁπλῶν στοιχείων ἢ ἁπλοῦν ἐστι καὶ στοιχειῶδες σῶμα. καὶ εἰ μὲν σύγκριμά ἐστι, φθαρτόν ἐστιν· πᾶν γὰρ τὸ κατὰ σύνοδόν τινων ἀποτελεσθὲν ἀνάγκη διαλυόμενον φθείρεσθαι. εἰ δὲ ἀπλοῦν ἐστι σῶμα, ἤτοι πῦρ ἐστιν ἢ ἀὴρ ἢ ὕδωρ ἢ γῆ. ὁποῖον δ’ ἂν ᾐ τούτων, ἄψυχόν ἐστι καὶ ἄλογον· ὅπερ ἄτοπον. εἰ οὐν μήτε σύγκριμά ἐστιν ὁ θεὸς μήτε ἀπλοῦν σῶμα, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, ῥητέον μηδὲν εἶναι τὸν θεόν. Τοιοῦτον μὲν δὴ καὶ τὸ τῶν λόγων τούτων εἶδός ἐστιν·