Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 180-4
Not analysed yet
πᾶσα οὖν ἡ λεγομένη περὶ τὸν βίον ἐπιστήμη τοῖς δογματικοῖς φιλοσόφοις ἐπιτείχισμά ἐστι τῶν ἀνθρωπίνων κακῶν, ἀλλ’ οὐ βοήθεια. Κἂν μίαν δὲ δῶμεν εἶναι τέχνην περὶ τὸν βίον, καὶ ταύτην σύμφωνον, οἷον τὴν Στωικήν, οὐδ’ οὕτως προσησομεθα διὰ τὸ πολλὰς καὶ ποικίλας αὐτῇ συνεισάγεσθαι κῆρας.