Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 181-2
Not analysed yet
τοιαύτη γοῦν ἐστὶ καὶ ἡ ἀπερίσπαστος φαντασία· ἥτις καὶ αὐτὴ πλάτος ἔχειν ἔοικε διὰ τὸ ἄλλην ἄλλης μᾶλλον ἀπερίσπαστον εὑρίσκεσθαι. Τῆς δὲ ἀπερισπάστου φαντασίας πιστοτέρα μᾶλλόν ἐστι καὶ τελειοτάτη ἡ ποιοῦσα τὴν κρίσιν, ἣ σὺν τῷ ἀπερίσπαστος εἶναι ἔτι καὶ διεξωδευμένη καθέστηκεν.