Ancient Greek
183 to 186
Sextus Empiricus, Adversus mathematicos 183-5-186
Not analysed yet
καὶ πάλιν· ὅτε ἡ δευτέρα ἐνέστηκεν ὥρα, ἡ μὲν πρώτη οὐκέτ’ ἔστιν, αἱ δὲ λειπόμεναι δέκα οὔπω εἰσίν, διὸ τῶν πλειόνων μὴ οὐσῶν ὡρῶν οὐδ’ οὕτως ἔσται ἡ ἡμέρα. πάντοτε οὖν μιᾶς ὥρας ὑφεστώσης ,τῆς δὲ ἡμέρας μιᾶς ὥρας μὴ οὔσης, οὐκ ἂν εἴη τις ἡμέρα. καὶ μὴν οὐδὲ ἡ μία ὥρα ὑφέστηκεν· κατὰ πλάτος γὰρ νοεῖται, ἐκ πλειόνων τε καὶ αὐτὴ συνέστηκε μοιρῶν, ὧν αἱ μὲν οὐδέπω εἰσίν, αἱ δὲ οὐκέτι, ὥστε καὶ τὸ σύνθετον ἐξ αὐτῶν ἀνυπόστατον γί- νεσθαι. εἰ δὲ μήτε ὥρα τις ἐστὶ μήτε ἡμέρα μήτε κατὰ τὸ ἀνάλογον νύξ, οὐδὲ χρόνος ἔσται ἡμεροειδὲς ἢ νυκτοειδὲς φάντασμα. καὶ μὴν ἡμέρα λέγεται διχῶς, καθ’ ἔνα μὲν τρόπον ἡ ἐκ τῶν δώδεκα ὡρῶν συνεστῶσα, καθ’ ἕτερον δὲ ὁ πεφωτισμένος ἐξ ἡλίου ἀήρ. ἤτοι οὖν τῆς ἐκ τῶν ὡρῶν συνεστώσης ἡμέρας φάντασμα εἶναι λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον τὸν χρόνον, ἢ τῆς ὧς πεφωτισμένου ἀέρος ἐξ ἡλίου. ἀλλὰ τῆς μὲν ἐκ τῶν ὠρῶν συνεστώσης ἡμέρας οὐκ ἂν εἴπαιεν φάντασμα εἶναι τὸν χρόνον· αὕτη γὰρ αὐτὴ ἡ ἡμέρα χρόνος ἐστί, φημὶ δὲ τὴν δωδεκάωρον,