Ancient Greek
184 to 186
Sextus Empiricus, Adversus mathematicos 184-186
Not analysed yet
Επερ δέ οὐκ ἄλλως ἔστιν ἑλsνιζειν ἔὰν μὴ παρὰ γραμματικῆς μάθωμεν τὸ ἑλληνικόν, ἤτοι ἐναργές ἐστι τοῦτο καὶ ἐξ αὐτοῦ βλεπόμενον ἢ ἀδηλότερον. ἀλλʼ ἐναρ γές μὲν οὐκ ἔστιν, ἐπεὶ σύμφωνον ἂν ἦν παρὰ πᾶσιν ὡς τὰ λοιπὰ τῶν ἐ〈να〉ργῶν. καὶ ἄλλως πρὸς μέν τὴν τοῦ ἐναργοῦς ἀντίληφψιν οὐδεμιᾶς τέχνης ἐστὶ χρεία, καθάπερ οὐδὲ πρὸς τὸ λευκὸν ὀςᾶν ἢ γλυκέος γεύεσθαι θερμοῦ θιγγάνειν· πρὸς δὲ τὸ ἑλληνίζειν μεθόδου τινὸς καὶ τέχ- νης κατὰ τοὺς γραμματικούς ἐστι χρεία. οὐκ ἄρα ἐναργές ἐστι τὸ ἑλληνίζειν. ἄδηλον δέ εἴπερ ἐστί, πάλιν ἐπεὶ τὸ ἄδηλον ἔκ τινος ἑτέρου γνωρίζεταμι, ἤτοι φυσικῷ τινι κατ- ακολουθητέον κριτηρίῳ, ἐξ οὖ διαγιγνώσκεται τί τὸ ἑλ- ληνικὸν καὶ τί τὸ ἀνελλήνιστον, ἢ τῇ ἕνὸς συνηθεία ὡς ἄκρως ἑλληνίζοντος χρηστέον πρὸς τὴν τούτου κατάληψιν, ἢ τῇ πάντων.