Ancient Greek
185 to 187
Sextus Empiricus, Adversus mathematicos 185-187
Not analysed yet
οὐ μὴν ἀλλ’ ὥσπερ ἐπὶ τῶν διαφερόντων πραγμάτων τὴν διάφορόν φασι παραλαμβάνειν φαντασίαν, οὕτω καὶ κατὰ τὰς διαφόρους περιστάσεις μὴ τῇ αὐτῇ κατακολουθεῖν. τῇ μὲν γὰρ αὐτὸ μόνον πιθανῇ προσέχειν λέγουσιν ἐφ’ ὧν οὐ δίδωσιν ἡμῖν καιρὸν ἡ περίστασις <πρὸς> ἀκριβῆ πράγματος ἀναθεώρησιν. οἷον διώκεταί τις ὑπὸ πολεμίων, καὶ ἐλθὼν εἰς τάφρον τινὰ φαντασίαν σπᾷ ὧς κἀνταῦθα πολεμίων αὐτὸν λοχώντων· εἶθ’ ὑπὸ ταύτης τῆς φαντασίας ὡς πιθανῆς συναρπασθεὶς ἐκκλίνεται καὶ φεύγει τὴν τάφρον, ἑπόμενος τῇ περὶ τὴν φαντασίαν πιθανότητι, πρὶν ἀκριβῶς ἐπιστῆσαι, πότερον τῷ ὄντι λόχος ἔστι πολεμίων κατὰ τὸν τόπον ἢ οὐδαμῶς. τῇ δὲ πιθανῇ καὶ περιωδευμένῃ ἕπονται ἐφ’ ὧν χρόνος δίδοται εἰς τὸ μετὰ ἐπιστάσεως καὶ διεξόδου χρῆσθαι τῇ κρίσει τοῦ προσπίπτοντος πράγματος. οἶον ἐν ἀλαμπεῖ οἰκήματι εἵλημα σχοινίου θεασάμενός τις παραυτίκα μὲν ὄφιν ὑπολαβὼν τυγχάνειν ὑπερήλατο, τὸ δὲ μετὰ τοῦτο ὑποστρέψας ἐξετάζει τἀληθές, καὶ εὑρὼν ἀκίνητον ἤδη μὲν εἰς τὸ μὴ εἶναι ὄφιν ῥοπὴν ἴσχει κατὰ τὴν διάνοιαν,