Ancient Greek
189 to 191
Sextus Empiricus, Adversus mathematicos 189-2-191
Not analysed yet
ὥστε διὰ ταῦτα πιστὴν εἶναι τὴν φαντασίαν, χρόνον ἡμῶν ἐσχηκότων αὐτάρκη πρὸς διέξοδον τῶν κατὰ τὸν τόπον αὐτῆς θεωρουμένων. ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῆς ἀπερισπάστου· προσίενται γὰρ αὐτὴν ὅταν μηδὲν ᾖ τὸ ἀπερισπάστου· δυνάμενον, ὧς ἐπὶ Μενελάου προείρηται. Ἀλλὰ καὶ τῆς Ἀκαδημαϊκῆς ἱστορίας ἄνωθεν ἀπὸ Πλάτωνος ἀποδοθείσης, οὐκ ἔστιν ἀλλότριόν που καὶ τὴν τῶν Κυρηναϊκῶν στάσιν ἐπελθεῖν· δοκεῖ γὰρ καὶ τῶν ἀνδρῶν τούτων ἡ αἵρεσις ἀπὸ τῆς Σωκράτους ἀνεσχηκέναι διατριβῆς, ἀφ’ ἧσπερ ἀνέσχε καὶ ἡ τῶν περὶ Πλάτωνα διαδοχή. φασὶν οὖν οἱ Κυρηναικοὶ κριτήρια εἷναι τὰ πάθη καὶ μόνα καταλαμβάνεσθαι καὶ ἀδιάψευστα τυγχάνειν, τῶν δὲ πεποιηκότων τὰ πάθη μηδὲν εἷναι καταληπτὸν μηδὲ ἀδιάψευστον. ὅτι μὲν γὰρ λευκαινόμεθα, φασί, καὶ γλυκαζόμεθα, δυνατὸν λέγειν ἀδιαψεύστως καὶ ἀληθῶς καὶ βεβαίως <καὶ> ἀνεξελέγκτως· ὅτι δὲ τὸ ἐμποιητικὸν τοῦ λευκόν ἐστιν ἢ γλυκύ ἐστιν, οὐχ οἷόν τ’ ἀποφαίνεσθαι.