Ancient Greek
ΠΡΟΣ ΓΕΩΜΕΤΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 19-3
Not analysed yet
Εὐθέως τοίνυν ὡς πρῶτόν τι καὶ στοιχειωδέστατον δι- δάσκουσιν ἡμᾶς ὅτι σῶμα μέν ἐστι τὸ τὰς τρεῖς ἔχον διαστάσεις, μῆκος πλάτος βάθος, ὧν πρώτη μὲν διάστα- σίς ἐστιν ἡ κατὰ μῆκος ἄνωθεν κάτω, δευτέρα δὲ ἡ κατὰ πλάτος ἀπὸ δεξιῶν ἐπʼ ἀριστερά, τρίτη δὲ ἡ κατὰ βάθος ἀπὸ τῶν πρόσω εἰς τοὐπίσω. ὥστε 〈ὄν〉των τριῶν τούτων ἓξ γίνεσθαι παρατάσεις, δύο καθʼ ἑκάστην, τῆς μὲν πρώτης τὴν ἄνω καὶ κάτω, τῆς δὲ δευτέρας τὴν ἐν ἀριστερᾷ καὶ ἐν δεξιᾷ, τῆς δὲ τρίτης τὴν πρόσω καὶ ὀπίσω. Στιγμῆς μὲν γὰρ ῥυείσης γραμμὴν γίνεσθαί φασι, γραμ- μῆς δʼ ἐπιφάνειαν, ἐπιφανείας δὲ στερεὸν σῶμα.