Ancient Greek
190 to 194
Sextus Empiricus, Adversus mathematicos 190-194
Not analysed yet
ὁ συνασκηθεὶς μάλιστα καὶ τριβεῖς ἐν τῇ συνηθείᾳ, οὐτος ἑλληνίζει, καὶ οὐχ ὁ τὴν ἀναλογίαν ἐπιστάμενος. καὶ γὰρ ἄλλως ἔνεστι παραστῆσαι ὅτι οὐ δεόμεθα πρὸς τὸ ἑλλη- νίζειν τῆς γραμματικῆς. ἐν γὰρ ταῖς ἀνὰ χεῖρα ὁμιλίαις ἤτοι ἀντικόψουσιν ἡμῖν οἱ πολλοὶ ἐπί τισι λέξεσιν ἢ οὐκ ἀντικόψουσιν. καὶ εἰ μέν ἀντικόψουσιν, εὐθὺς καὶ διορθώ- σονται ἡμᾶς, ὥστε παρὰ τῶν ἐκ τοῦ βίου καθεστώτων ἀλλʼ οὐχὶ παρὰ γραμματικῶν ἔχειν τὸ ἑλληνίζειν· εἰ δʼ οὐ δυσχεραίνουσιν ἀλλʼ ὡς σαφέσι καὶ ὀρθῶς ἔχουσι συμπεριφέροιντο τοῖς λεγομένοις, καὶ ἡμεῖς αὐτοῖς ἐπιμε- νοῦμεν. κατά τε ταύτην τὴν ἀναλογίαν ἤτοι πάντες ἢ οἱ πλεῖστοι ἢ οἱ πολλοὶ διαλέγονται οὐτε δὲ πάντες οὔθ’ οἱ πλεῖστοι οὖθʼ οἱ πολλοί· μόλις γὰρ δύο ἢ τρεῖς τοιοῦ- τοι εὑρίσκονται, οἱ δέ πλεῖστοι οὐδὲ ἴσασιν αὐτήν. τοίνυν ἐπεὶ τῇ τῶν πολλῶν συνηθεία καὶ οὐ τῇ τῶν δυοῖν ἀναγ- καῖον κατακολουθεῖν, ῥητέον τὴν παρατήρησιν τῆς κοινῆς συνηθείας χρησιμεύειν πρὸς τὸ ἑλληνίζειν, ἀλλὰ μὴ τὴν ἀναλογίαν. ἐπὶ πάντων γε μὴν σχεδὸν τῶν χρησιμευόν- των τῷ βίῳ μέτρον ἐστὶν ἱκανὸν τὸ μὴ παραποδίζεσθαι πρὸς τὰς χρείας. διόπερ εἰ καὶ ὁ ἑλληνισμὸς διὰ δύο μά- λιστα προηγούμενα ἔτυχεν ἀποδοχῆς, τήν τε σαφήνειαν καὶ τὴν προσήνειαν τῶν δηλουμένων (τούτοις γὰρ ἔξωθεν κατ’ ἐπακολούθησιν συνέζευκται τὸ μεταφορικῶς καὶ ἐμι- φατικῶς καὶ κατὰ τοὺς ἄλλους τρόπους φράζειν), ζητήσο- μεν οὖν ἐκ ποτέρας ταῦτα μᾶλλον περιγίνεται, ἆρά γε τῆς κοινῆς συνηθείας ἢ τῆς ἀναλογίας, ῖνα ἐκείνῃ προσθώ- μεθα.