Ancient Greek
192 to 194
Sextus Empiricus, Adversus mathematicos 192-2-194
Not analysed yet
τό τε μὴν ἐξ ἀυνπάρκτων συνεστὼς ἀνύπαρκτον ἔσται, ὁ δέ γε χρόνος ἐξ ἀνυπάρκτων ἀξιοῦται συνεστάναι τοῦ παρῳχημένου μηκέτ᾿ ὄντος καὶ τοῦ μέλλοντος μήπω ὄντος· ἀνύπαρκτος ἄρα ἐστὶν ὁ χρόνος. Πρὸς τούτοις· εἰ ἔστι τι χρόνος, ἤτοι ἀμέριστός ἐστιν ἢ μεριστός· οὔτε δὲ ἀμέριστος εἶναι δύναται, καθὼς ὑπομνήσομεν, οὔτε μεριστός, ὧς καταστησόμεθα· οὐκ ἄρα ἔστι τις χρόνος. ἀμερὴς μὲν οὖν οὐ δύναται τυγχάνειν ὁ χρό- νος, ἐπεὶ διαιρεῖται εἴς τε τὸν παρῳχημένον καὶ τὸν ἐνεστῶτα καὶ εἰς τὸν μέλλοντα. μεριστὸς δὲ οὐκ ἂν ὑπάρχοι διὰ τὸ πᾶν τὸ μεριστὸν ὑπό τινος αὐτοῦ μέρους καταμετρεῖσθαι· οἷον ὁ μὲν πῆχυς ὑπὸ παλαιστοῦ καταμετρεῖται, καὶ ἔστι τοῦ πήχεως μέρος ὁ παλαιστής, ὑπὸ δὲ τοῦ δακτύλου ὁ παλαιστής ,καὶ ἔστι μέρος τοῦ παλαιστοῦ ὁ δάκτυλος. τοίνυν εἰ καὶ ὁ χρόνος μεριστός ἐστιν, ὀφείλει πρός τινος αὐτοῦ μέρους καταμετρεῖσθαι.