Ancient Greek
196 to 198
Sextus Empiricus, Adversus mathematicos 196-5-198
Not analysed yet
παρέλκουσα γίνεται ἡ περὶ τὸν βίον τέχνη, ἧς ἡ χρῆσίς ἐστιν ἀδύνατος· ὧς γὰρ ἐν τυφλῶν δήμῳ ἄχρηστός ἐστι ζωγραφία (βλεπόντων γὰρ ἡ τέχνη), καὶ ὃν τρόπον ἐν πόλει κωφῶν ἀνόνητός ἐστι κιθαριστική ἀκούοντας γὰρ τέρπει), οὕτω καὶ ἡ περὶ τὸν βίον τέχνη πρὸς μηδέν ἐστι τοῖς μὴ δυναμένοις αὐτῇ χρῆσθαι. Καὶ μὴν πᾶσα τέχνη, ἐάν τε θεωρητικὴ καθεστήκῃ, ὡς γεωμετρία καὶ ἀστρολογική, ἐάν τε πρακτική, ὧς ὁπλομαχητική, ἐάν τε ἀποτελεσματική, ὧς ζωγραφία καὶ ἀνδρι- αντοπλαστική, ἴδιον ἔχει ἔργον ᾧ διαφέρει τῶν ἄλλων διαθέσεων, τῆς δὲ φρονήσεως οὐκ ἔστιν ἴδιον ἔργον, ὧς παραστήσω· οὐκ ἄρα τέχνη τίς ἐστι περὶ τὸν βίον ἡ φρόνησις. ὡς γὰρ τὸ κοινὸν μουσικοῦ καὶ ἀμούσου, τοῦτ’ οὐκ ἔστι μουσικόν, καὶ τὸ κοινὸν γραμματικοῦ καὶ ἀγραμμάτου, τοῦτ’ οὐκ ἔστι γραμματικόν, οὕτω καὶ συλλήβδην τὸ κοινὸν τοῦ τεχνίτου καὶ ἀτέχνου, τοῦτ’ οὐκ ἔστι τεχνικόν. διόπερ καὶ τὸ [τεχνικὸν] τοῦ φρονίμου καὶ κοινὸν οὐκ ἂν εἴη τῆς φρονήσεως ἴδιον ἔργον.